Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.143 Dem. 24.146 (English) >>Dem. 24.149

24.145οὐ γὰρ ἐρῶ ὅτι αὐτὸς Ἀνδροτίων ἦγεν εἰς τὸ δεσμωτήριον καὶ ἔδει τούτου κειμένου τοῦ νόμου, ἀλλʼ ἐφʼ οἷς κεῖται νόμος οὗτος, διδάξω ὑμᾶς. οὗτος γάρ, ἄνδρες δικασταί, οὐκ ἐπὶ τοῖς κεκριμένοις καὶ ἠγωνισμένοις κεῖται, ἀλλʼ ἐπὶ τοῖς ἀκρίτοις, ἵνα μὴ διὰ τὸ δεδέσθαι χεῖρον ἀναγκάζοιντʼ ἀγωνίζεσθαι καὶ παντάπασιν ἀπαράσκευοι εἶεν. οὑτοσὶ δέ, ἐπὶ τοῖς ἀκρίτοις κεῖται, ὡς περὶ ἁπάντων εἰρημένα μέλλει πρὸς ὑμᾶς λέγειν. 24.146ὡς δὲ σαφῶς γνώσεσθʼ ὅτι ἀληθῆ λέγω, ἐγὼ ὑμῖν ἐρῶ. οὔτε γὰρ ἄν, ἄνδρες δικασταί, τιμᾶν ἐξῆν ὑμῖν τι χρὴ παθεῖν ἀποτεῖσαι (ἐν γὰρ τῷ παθεῖν καὶ δεσμὸς ἔνι· οὐκ ἂν οὖν ἐξῆν δεσμοῦ τιμῆσαι), οὔθʼ ὅσων ἔνδειξίς ἐστιν ἀπαγωγὴ προσεγέγραπτʼ ἂν ἐν τοῖς νόμοιςτὸν δʼ ἐνδειχθέντα ἀπαχθέντα δησάντων οἱ ἕνδεκα ἐν τῷ ξύλῳ,” εἴπερ μὴ ἐξῆν ἄλλους τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἐπὶ καταλύσει τοῦ δήμου συνιόντας τοὺς τὰ τέλη ὠνουμένους καὶ μὴ καταβάλλοντας δῆσαι. 24.147νῦν δὲ ταῦθʼ ὑμῖν τεκμήριʼ ἔστω ὅτι ἔξεστι δῆσαι· παντελῶς γὰρ ἤδη ἄκυρʼ ἂν ἦν τὰ τιμήματα. ἔπειτα δʼ, ἄνδρες δικασταί, τοῦτο τὸ γράμμα αὐτὸ μὲν καθʼ αὑτὸ οὐκ ἔστι νόμος, τὸοὐδὲ δήσω Ἀθηναίων οὐδένα,” ἐν δὲ τῷ ὅρκῳ τῷ βουλευτικῷ γέγραπται, ἵνα μὴ συνιστάμενοι οἱ ῥήτορες οἱ ἐν τῇ βουλῇ δεσμὸν κατά τινος τῶν πολιτῶν λέγοιεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.143 Dem. 24.146 (English) >>Dem. 24.149

Powered by PhiloLogic